Ancient Greek
Paragraph 194
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 194
Not analysed yet
Ϲφῶν. Καὶ Ϲφέων ἀκολούθωϲ τῇ ἡμέων, τῷ ϲφεων πολέεϲ κακὸν οἶτον ἐπέϲπον (γ 134) καὶ ὦϲαν ἀπὸ ϲφείων (Δ 535. Ν 148), ὡϲ ὑμείων. Τῇ ϲφείων καὶ Αἰολεῖϲ χρῶνται καὶ Δωριεῖϲ, Δωριέων δὲ Ϲυρακούϲιοι διὰ τοῦ ψ πάϲαϲ τὰϲ διὰ τοῦ ϲφ, μονοϲυλλαβούϲαϲ μὲν ἀναμφιλέκτωϲ, ἐπὶ δὲ τῶν ὑπὲρ μίαν ϲυλλαβὴν ἀμφίβολα τὰ τῶν γραφῶν· ἔνια γὰρ δίχα τοῦ ψ.