Ancient Greek · ~2 min
Paragraph 193
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 193
Not analysed yet
Ὑμῶν. Αὕτη κοινὴ καὶ Δωριέων, ϲημαίνουϲά τε πάλιν καὶ κτητικὴν τὴν ἀπὸ τῆϲ ὑμόϲ εὐθείαϲ. πάλιν δὲ ἐν διαιρέϲει διαφέρει ἡ πρωτότυποϲ. ὑμέων γὰρ ἀπρὶξ ἔχονται, Ϲώφρων (fr. 79 Ahrens). καὶ Ἴωνεϲ· ὑμέων δ’ ἀνδρὶ ἑκάϲτῳ (ν 7 ). ἔτι αἱ πρωτότυποι διοίϲουϲι τῷ ἐγκλίνεϲθαι καὶ ὀρθοτονεῖϲθαι, τῶν κτητικῶν αὐτὸ μόνον ὀρθοτονουμένων. Τὸ δ’ ὧδέ τιϲ ὑμείων μεμνημένοϲ (Τ 153) πλεονάζον ἀκόλουθον τῇ ἡμείων. Αἰολεῖϲ ὐμμέων. Ἀλκαῖοϲ (fr. 77 Ahrens, 96 Bergk3)· οἵ τινεϲ ἔϲλοι ὐμμέων τε καὶ ἀμμέων. οὑμίων Βοιωτοί· τὸ δέ τιϲ οὑμίων ἀκουϲάτω, Κόριννα (fr. 13 Ahrens, 22 Bergk 3).