Ancient Greek · ~2 min
Paragraph 198
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 198
Not analysed yet
Ἡμῖν Ἴωνεϲ, ᾦ καὶ Ἀττικοί. Τὸ ἐγκλινόμενον παρ’ Ἴωϲι ϲυϲτέλλει τὸ ι ϲημειῶδεϲ, καθὸ αἱ ἐγκλινόμεναι τὸν αὐτὸν χρόνον φυλάττουϲι ταῖϲ ὀρθοτονουμέναιϲ. Ἡ ἁμίν Δωρικὴ ϲυϲτέλλει τὸ ι, ἐν οἷϲ ἐγκλινομένη προπεριϲπᾶται, αἰ γὰρ ἁμιν τούτων μέλοι (Alem. fr. I7 Bergk 3)· ὀξυνομένη τε ἁμδ’ ὑπαυλήϲει μέλοϲ, Ἀλκμάν (fr. 78 Bergk 3). οἰκεῖοϲ ὁ χρόνοϲ πληθυντικῇ διὰ τοῦ ι ἐκφερομένῃ. Αἰολεῖϲ ἄμμι· ἀλλά τιϲ ἄμμι δαίμων (Sapph. fr. 113. Ahrens, adesp. 56 Berqk 3). τοιοῦτον ἦν καὶ τὸ ἄμμι δ’ ἀρήγει (Ο 493). ὁμόλογον ὅτι, κἂν ὀρθοτονῆται, μίαν καὶ τὴν ⟨αὐτὴν⟩ τάϲιν ἔχει.