Ancient Greek · ~4 min
Paragraph 199
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 199
Not analysed yet
Ὁμολογουμένηϲ δὲ τῆϲ διὰ τοῦ ι γραφῆϲ, πάλιν τινὲϲ ἐπιθανεύϲαντο, εἰϲηγούμενοι τὸ ε ἐγκεῖϲθαι· καθάπερ γὰρ τῷ ταχεῖϲ παράκειται τὸ ταχέϲιν, οὕτω καὶ τῷ ἡμεῖϲ τὸ ἡμέϲιν. τό τε ἐν τετάρτῳ Ἀλκαίου (fr. 91 Ahrens, 100) Berpk 3) ἄμμεϲιν πεδάορον οὕτω φέρεϲθαι ἀπὸ τοῦ ἡμέϲιν. ἀπὸ δὴ τοῦ ἡμέϲιν κατὰ ἀφαίρεϲιν τοῦ ϲ καὶ ϲυνέλευϲιν τοῦ ε ἐγίνετο ἡμεῖν, εὐλόγωϲ καὶ τοῦ χρόνου μηκυνθέντοϲ καὶ τοῦ τόνου περιϲπαϲθέντοϲ, εἴγε πᾶϲα δοτικὴ πληθυντικὴ τεινομένη διὰ δύο φωνηέντων ἐκφέρεται». Πρῶτον τὰ τῆϲ γραφῆϲ διαφέρεται. ἔπειτα θεματικαὶ πᾶϲαι ἐδείχθηϲαν, πρὸϲ τῷ τὰϲ δοτικὰϲ ἐν πλεονάϲματι ἔχειν τὸ ν, οὐ αἰρομένου ἀλύμαντα τὰ τῆϲ προφορᾶϲ· ὅπερ τῷ ἡμῖν οὐ παρέπεται. τὰ γὰρ παρ’ Αἰολεῦϲιν ἕνεκα τῆϲ ϲυντάξεωϲ πολλάκιϲ ἀποβάλλει τὸ ν δι’ εὐφωνίαν, ἄειϲον ἄμμι τὰν ἰόκολπον (Alcaei fr. 4 Ahrens, 63 Bergk 3)· αἰ δέ κ’ ἄμμι Ζεὺϲ τελέϲῃ νόημα Ἀλκαῖοϲ (fr. 60 Ahrens, 77 Bergk 3), καὶ ἐπ’ ἄλλων. μένει τε ἐπὶ τοῦ ἄμμιν ἀθάνατοι θέοι νίκαν Ἀλκαῖοϲ τρίτῳ (fr. 86 Ahrens, 80 Bergk 3), καὶ ἐπ’ ἄλλων πλειόνων.