Ancient Greek · ~2 min
Paragraph 200
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 200
Not analysed yet
Ὑμῖν. Πάλιν παρ’ Ἴωϲι προπεριϲπᾶται ἐγκλινομένη, καθὸ ϲυϲτέλλει τὸ ι. καὶ ἔτι παρὰ Δωριεῦϲιν· ὅϲαιϲ ὑμίν αἰνέϲω, Cώφρων (fr. 81 Ahrens). καὶ ἐν ὀρθῇ τάϲει· οὐ μάν τοι δίφρον ἐπημμένον ὑμίν (Sophr. fr. 82 Ahrens). Ὑμμιν Αἰολεῖϲ· ταῖϲ κάλαιϲ ὕμμιν τὸ νόημα τῶμον οὐ διάμειπτον (Sapph. fr. 114 Ahrens, 14 Hergk3). ὁμοίωϲ αἱ Αίολικαί, ἀποβάλλουϲαι τὸ ν καὶ φυλάϲϲουϲαι, τὴν ἐν ὀνόμαϲι δοτικῆϲ πληθυντικῆϲ ϲύνταξιν ἀναδέχονται.