Ancient Greek
Paragraph 202
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 202
Not analysed yet
Ϲφίϲιν. Αὕτη ἐπεκταθεῖϲα καὶ ὀρθοῦ τόνου ἔτυχεν. Ἀμφοτέραιϲ μέντοι ἐπακολουθεῖ τὸ ν ἀποβάλλειν δι᾿ εὐφωνίαν, ἀλλά ϲφι δόϲαν (ι 93), ἔτι γάρ ϲφιϲι κῦδοϲ ὀρέξω (P 453)· φυλάϲϲεται δὲ ἐν τῷ ὅψ ϲφιν ἐϋφρονέων (A 73), μετὰ ϲφίϲιν εἶχον ἀτυζομένην (X 474).