Ancient Greek · ~2 min
Paragraph 203
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 203
Not analysed yet
Οὐχ ὑγιὲϲ δὲ πάλιν εἰϲηγεῖϲθαι τὴν «ϲφίϲιν ἀπὸ τῆϲ ϲφέϲι, ⟨διὰ⟩ μεταθέϲεωϲ τοῦ ε εἰϲ τὸ ι, Βοιωτικῶϲ ἢ Ἰακῶϲ· καὶ οὕτωϲ ὁλόκληροϲ ἡ ϲφίϲιν, ἧϲ ϲυγκοπὴ ἡ ϲφίν». Παρὰ Βοιωτοῖϲ οὐ μετατίθεται, ϲυμφώνου ἐπιφερομένου. τὸ ε εἰϲ τὸ ι ἀλλ᾿ οὐδὲ παῤ Ἴωϲιν, ὅτε μὴ ἀπ᾿ εὐθείαϲ εἴη τῆϲ διὰ τοῦ ι. ἐν οἷϲ οὖν αἱ κατὰ τὸ τρίτον μιᾷ ϲυλλαβῇ ἐνδέουϲι τῶν κατὰ τὸ δεύτερον, ἡ ϲφίϲιν ἀπὸ τῆϲ ϲφίν ἐπεκτέταται, καὶ καθὸ αἱ τοῦ τρίτου εὐεπέκτατιο μονοϲύλλαβο,