Ancient Greek · ~3 min
Paragraph 204
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 204
Not analysed yet
«Αι τοῦ τρίτου κτητικαί, ἐνικαὶ κατὰ τὸ ἐντὸϲ πρόϲωπον, διὰ τοῦ ϲφ πλήθουϲ παραϲτατικαὶ γίνονται κατὰ τὸν κτήτορα παρὰ Δωριεῦϲιν, ὅϲ ϲφόϲ· ἴϲον γὰρ τῷ ϲφέτεροϲ· ὅν ϲφόν· καὶ ἐπὶ τῶν λοιπῶν ταὐτόν. καὶ ἐπὶ πρωτοτύπων οὖν ταὐτόν· ἰδοὺ γὰρ ἕ καὶ ϲφέ. εἰ τοῦτο, καὶ τὸ ϲφίν ἀπὸ ἑνικοῦ τοῦ ἴν, Δωρικῶϲ.» Παραπεμπτέον δὲ τὸν λόγον, εὐδιάϲειϲτον ὄντα, ἐν οἴϲ καὶ ὁλόκληρον τὴν ϲφέ παραδεξόμεθα καὶ αὐτήν τε τὴν ϲφίν. —πῶϲ δὲ οὐχὶ καὶ τὸ κοινολεκτούμενον ζητήϲει τιϲ —οὐκ ἐξομαλίζεται δὲ τὸ τῆϲ εὐθείαϲ καὶ γενικῆϲ· ἀπὸ γὰρ τῆϲ ἴ καὶ οὐ οὐκ εἰϲὶν ἀκόλουθοι πληθυντικαί. —ἐπηυξήθη οὖν ἀπὸ μονοϲυλλάβου τῆϲ ϲφίν ἡ ϲφίϲιν, οὐχ ὁμοίωϲ τοῖϲ ὀνόμαϲιν· οὐδὲ γὰρ ταὐτὰ παρακολουθεῖ, ἃ καὶ τοῖϲ ὀνόμαϲι. ταχέοϲ γὰρ καὶ ταχέεϲ, ἀφ᾿ οὗ καὶ τὸ ταχέεϲϲιν, ἅπερ οὐκ ἐπὶ τῆϲ ϲφεῖϲ.