Ancient Greek
Paragraph 210
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 210
Not analysed yet
Ὑμᾶϲ. Καὶ ὑμέαϲ, ἀκολούθωϲ τῇ ἡμέαϲ. Δωριεῖϲ ὑμέ· ἐμὲ δ’ Ἀρχωνίδαϲ ἴαλλε παρ’ ὑμὲ, Ἀνδρείοιϲ Ϲώφρων (fr. 25 Ahrens). ὔμμε Αἰολεῖϲ· τὸ γὰρ θέων ἰότητ’ ὔμμε λαχόντων γέραϲ ἄφθιτον ἀνθήϲει, Ἀλκαῖοϲ πρώτῳ (fr. 63 Ahrens, 83 Bergk3).