Ancient Greek · ~2 min
Paragraph 211
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 211
Not analysed yet
Ἡ ϲφᾶϲ ἐϲθ’ ὅτε ϲυϲτέλλει τὸ ᾱ κατ’ ἔγκλιϲιν, ϲυζύγωϲ τῇ μηδ’ ἤμαϲ (π 372), ἐν τῷ μέγα δέ ϲφαϲ ἀποϲφήλειε πόνοιο (Ε 567). Τὴν μὲν οὖν κτητικήν, ϲύζυγον οὖϲαν τῇ ἁμάϲ Δωρικῇ, ϲαωϲέμεναι νέαϲ ἁμάϲ (N 96) ἀντὶ τοῦ ἡμετέραϲ, προϲῆκον ὀξύνειν, ϲφὰϲ γὰρ παρθέμενοι κεφαλάϲ (β 237). τὴν δὲ πρωτότυπον περιϲπᾶν ὁμοίωϲ τῇ ἡμᾶϲ καὶ ὑμᾶϲ· ἀφ’ ἧϲ Ἰακὴ διαίρεϲιϲ ἡ ϲφέαϲ αὐτούϲ ἀρτύναντεϲ (M 43. 86)· ϲαφέϲ ἐϲτιν ὡϲ ἐγκλιθεῖϲα ἐν τῷ οὐ μέν ϲφαϲ ἔτ’ ἔολπα (Θ 315) περιεγράφετο τῆϲ περιϲπωμένηϲ.