Ancient Greek · ~6 min
Paragraph 213
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 213
Not analysed yet
Ἐχομένωϲ καὶ ὑπὲρ τῶν κτητικῶν ῥητέον, ὦν καὶ διαφορὰϲ έξεθἐμεθα ὡϲ πρὸϲ τὰϲ πρωτοτύπουϲ ἐν τοῖϲ κατ’ ἀρχήν. —Αἱ κτητικαὶ τῶν ἀντωνυμιῶν εἰϲ γενικὴν ἐγκλινομένην ἀναλύονται μετὰ τοῦ ὑπακουομένου κτήματοϲ, καθ’ οἱανδήποτε ἂν ὤϲι πτῶϲιν, ἐμὸϲ οἰκὸοϲ οἰκόϲ μου, ἐμῷ δούλῳ δούλῳ μου, ἴνα νωιτέρην ὄπ’ ἀκούϲῃϲ (μ 185), ἵνα ἡμῶν τῆϲ φωνῆϲ ἐπακούϲῃϲ· καὶ ἐπὶ τῶν λοιπῶν τὸ αὐτό. Παντὶ κτητικῷ τὸ ὑπακουόμενον κτῆμα ὁμοιόϲχημόν ἐϲτιν, Ἐξκτόρειοι δοῦλοι, Ἀλριϲτάρχειοι δοῦλοι, ἡμέτεροι δοῦλοι, δοῦλοι ἐμοί· γενικῇ μέντοι κτῆϲιν δηλούϲῃ πάλιν τὸ ὑπακουόμενον κτῆμα ἀδιάφορον, αὐτοῦ δοῦλοι ἢ δοῦλαι ἢ οἶκοϲ ἢ ὁτιδηποτοῦν κτῆμα. διὸ καὶ τὰ κτητικῶϲ ὑπακουόμενα ἐὰν μὴ ὁμοιοειδῆ τυγχάνῃ, οὔτε κτητικὴ ἀντωνυμία παραλαμβάνεται οὔτε κτητικὸν ὄνομα, γενικὴ δέ. ϲαφὲϲ δὲ ἐκ τοῦ θαύμαζεν δ’ Ὀδυϲεὺϲ λιμέναϲ καὶ νῆαϲ ἐΐϲαϲ, αὐτῶν θ’ ἡρώων ἀγοράϲ (η 43) ἡ γὰρ ἀνομοείδεια γενικὴν ἀπήτηϲε τὴν αὐτῶν. —Μὴ ὑπολαβέτω δέ τιϲ, ὡϲ αἱ κτητικαὶ τὸ γένοϲ παρεμφαίνουϲι μόνον τοῦ κτήματοϲ, τοῦ δὲ κτήτοροϲ οὐκέτι. «ὡϲ ἐπὶ τοῦ ἐμόϲ, ἡμέτεροϲ· ἀρϲενικὰ γὰρ τὰ κτήματα, τὰ δὲ τοῦ κτήτοροϲ ἄδηλα ἐν γένει· καὶ γὰρ ἐπ’ ἄρϲενοϲ τὸ ἐμόϲ καὶ ἐπὶ θήλεοϲ.» —Λέληθε γὰρ ὡϲ μᾶλλον ὥριϲται τὸ τοῦ κτήτοροϲ πρόϲωπον διὰ τῆϲ δείξεωϲ καὶ ἀναφορᾶϲ. καὶ δείξεωϲ μὲν ἐμόϲ, ϲόϲ, ἀναφορᾶϲ δὲ ὡϲ ϲφέτεροϲ, τῶν κτημάτων ἀδήλων ὄντων κατὰ τὴν ποιότητα. τῷ γὰρ ἐμόϲ τί μᾶλλον ὑπακούεται οἶκοϲ ἢ ἵπποϲ ἢ δοῦλοϲ ἢ τι τῶν οιούτων;