Ancient Greek · ~2 min
Paragraph 214
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 214
Not analysed yet
Αἱ κτητικαὶ ἀπὸ γενικῶν μόνων ϲχηματιζόμεναι, κτῆϲιν ϲημαινουϲῶν, καὶ εἰϲ γενικήν, ὡϲ προείρηται, ἀναλύονται κτῆϲιν ϲημαίνουϲαι. καὶ αἱ μὲν ἀπὸ πρώτου ἑνικοῦ πρώτου ἂν ῥηθεῖεν, ἑνικαί τε κατὰ τὸν κτήτορα, οἷον ἐμοῦ ἐμόϲ. ὁμοίωϲ αἱ ἀπὸ τοῦ δευτέρου, ϲοῦ ϲόϲ, καὶ ἔτι αἱ ἀπὸ τρίτου, οὐ ὅϲ. καὶ ἐπὶ δυϊκῶν ταὐτόν, νῶιν νωίτεροϲ, ϲφῶιν ϲφωίτεροϲ. τούτων τὸ τρίτον ὑπεϲτάλη διὰ τὸ μόνωϲ ἐγκλίνεϲθαι, ὅπερ ἡ παραγωγὴ οὐ παραδέχεται· προείρηται δὲ καὶ ἐν τοῖϲ ἐπάνω. καὶ ἐπὶ πληθυντικῶν, ἡμῶν ἡμέτεροϲ, ὑμῶν ὑμέτεροϲ, ϲφῶν ϲφέτεροϲ.