Ancient Greek · ~4 min
Paragraph 219
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 219
Not analysed yet
Ἄξιον ἐπιϲτάϲεωϲ ἐκεῖνο, ὁτιδήποτε τὰ μὲν ῥήματα κινούμενα ἐν προϲώποιϲ κατὰ τὸ τέλοϲ κινεῖται, αἱ δὲ ἀντωνυμίαι οὐκέτι, ἀλλὰ κατὰ τὸ ἄρχον. Καὶ ἴϲωϲ τιϲ οἰήϲεται τὸν λόγον περιϲϲὸν εἴναι, φάϲκων τὰ μὲν ῥήματα εἰναι, τὰϲ δὲ ἀντωνυμίαϲ. Ἀλλὰ κοινὸν ἔχουϲι τὸ πρόϲωπον δηλοῦν, καὶ ἔτι μένει ἡ ζήτηϲιϲ. ἔπειτα ἡ μετοχὴ καὶ ἡ κτητικὴ ἀντωνυμία ἐν γένει καὶ πτώϲει κινούμεναι κατὰ τὸ τέλοϲ κινοῦνται, καθάπερ καὶ τὰ ὀνόματα, καὶ οὐ διήλλαξε, διάφορα καθεϲτῶτα. Λεκτέον οὖν ὡϲ φυϲικῶϲ τὸ τοιοῦτον ἀπετελέϲθη. αἱ πτώϲειϲ ἐν τῷ τέλει κινοῦνται, καὶ τοῦτο ἀποδείξεωϲ οὐ δεῖται· πτῶϲιν δὲ ἐπιδέχονται αἱ ἀντωνυμίαι· ὀφείλουϲιν ἄρα κατὰ τὸ τέλοϲ κινεῖϲθαι. ὅπερ καὶ παρακολουθεῖ. ἀλλὰ μὴν εἰ καὶ κατὰ τὸ τέλοϲ ἐν προϲώποιϲ ἐκινοῦντο, ϲαφὲϲ ὅτι παρηκολούθηϲεν ἂν ϲυγχύνεϲθαι τὴν πτῶϲιν διὰ τὴν μετάθεϲιν τὴν ἐκ τοῦ προϲώπου. προνοητικώτατα ἄρα κατὰ τὸ ἄρχον κινεῖται, ἵνα ἄχραντοϲ ἡ πτῶϲιϲ μείνῃ. τὰ μέντοι ῥήματα, οὐκ ὄντα δεκτικὰ πτώϲεωϲ ἢ μόνηϲ εὐθείαϲ, ἀκωλύτωϲ τὸ τέλοϲ ἐκίνει ἐν προϲώποιϲ, ἐπεὶ οὐκέτι τὰ τῆϲ πτώϲεωϲ ἀμφήριϲτα.