Ancient Greek · ~1 min
Paragraph 218
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 218
Not analysed yet
Ὃν τρόπον αἱ ϲύνθετοι τὸ γένοϲ ἢ τὴν πτῶϲιν μετατιθεῖϲαι κατὰ τὸ τέλοϲ κινοῦνται, τὸ δὲ πρόϲωπον κατὰ τὸ ἄρχον, τὸν αὐτὸν τρόπον καὶ αἱ κτητικαὶ ἐπὶ γένουϲ καὶ πτώϲεωϲ κατὰ τὸ τέλοϲ, ἐν προϲώποιϲ κατὰ τὸ ἄρχον. ἔχουϲι μέντοι περιϲϲὸν τὸ ἐν ἀριθμοῖϲ κατ’ ἄμφω τὰ μέρη κινεῖϲθαι· ἐμὸϲ γὰρ καὶ νωιτέρω καὶ ἡμέτεροι.