Ancient Greek · ~6 min
Paragraph 221
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 221
Not analysed yet
Κοινὸν μὲν ἔχουϲιν αἱ κτητικαὶ ἀντωνυμίαι πρὸϲ τὰ κτητικὰ ὀνόματα τὴν ἐν ἀμφοτέροιϲ κτῆϲιν ὑπακουομένην, τὴν τῶν διϲϲῶν προϲώπων ἔννοιαν, τὸ εἰϲ γενικὰϲ ἀναλύεϲθαι μετὰ τοῦ κτήματοϲ· οὐ κοινὰ δέ, καθὸ αἱ ἀντωνυμίαι κοιναὶ παντὸϲ κτήτορόϲ εἰϲι, τὰ δὲ κτητικὰ ἰδιάζει κατὰ τὸν κτήτορα ἔϲθ’ ὅτε. τὸ μὲν γὰρ ἐμόϲ, ϲόϲ κοινὸν ἐπὶ πάντων, τὸ δὲ Ἑκτόρειοϲ ἴδιον· ἐπὶ γὰρ μόνου Ἕκτοροϲ. ῷ τρόπῳ διαφέρει καὶ τὸ Ἰλιόθεν τοῦ ἄλλοθεν· τὸ μὲν ἐκ τόπου μετὰ ἰδιότητοϲ, τὸ δὲ κοινὸν παντὸϲ τόπου. Πάντοτε ἐν δυϲὶ τρίτοιϲ τὰ κτητικὰ νοεῖται, αἱ δὲ ἀντωνυμίαι οὐ πάντοτε, ὡϲ ἐδείχθη. —Κατὰ τὸν κτήτορα ἀμφιβάλλεται ὁ ἀριθμὸϲ ἐν προϲηγορικοῖϲ, ἀνθρώπεια ἴχνη, πότερον ἑνὸϲ ἢ πλειόνων· αἱ δὲ ἀντωνυμίαι οὔποτε. αἴτιον δὲ οὐκ ἄλλο ἐϲτὶ τῆϲ ἀμφιβολίαϲ ἢ τὸ τέλοϲ τοῦ ὀνόματοϲ, δι’ οὐ τὸν ἀριθμὸν καταλαμβανόμεθα, ὅπερ κατὰ παραγωγὴν τοῦ κτητικοῦ παραφθείρεται. ὅτε μὲν γάρ ἐϲτιν ὑόϲ ἢ ὑῶν, νοεῖται ὁ ἀριθμόϲ, ἐπὶ δὲ τοῦ ὕειαι ἢ βόειαι ϲάρκεϲ οὐκέτι. αἱ μέντοι ἀντωνυμίαι, κατὰ ἀριθμὸν θέματα οὖϲαι, οὐκέτι ἀμφιβολίαν ἐνεποίουν· οὐδὲ γὰρ ἀπὸ τῶν αὐτῶν ϲυλλαβῶν ἤρχοντο. διὰ τοῦτο ἀπὸ τῆϲ ἐμοῦ γενικῆϲ ἑνικῶϲ παρελαμβάνετο ἡ ἐμόϲ, καὶ ἔτι νῶιν νωίτεροϲ δυικῶϲ κατὰ τὸν κτήτορα, καὶ. ἔτι πληθυντικῶϲ ἡμῶν ἡμέτεροϲ. ἐπεὶ δὲ τὰ κύρια ἑνικῶϲ πάντοτε νοεῖται, εἴγε ἰδίαν ποιότητα ϲημαίνει, ὀρθῶϲ οὐδὲ τὰ ἀπ’ αὐτῶν κτητικὰ ἐπὶ πλήθουϲ νοεῖται, λέγω δὲ τὸ Ἑκτόρειοϲ καὶ τὰ παραπλήϲια. . Κάκεῖνο δὲ διαφέρουϲιν, ἡ ἀϲύνηθεϲ τῷ μὲν Αἰάντειοϲ τὸ πατήρ ἐπιφέρειν, παῖϲ δὲ ἢ ἀδελφόϲ, τῷ δὲ ἐμόϲ καὶ ϲόϲ.