Ancient Greek · ~2 min
Paragraph 222
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 222
Not analysed yet
Ὅν τρόπον τὰ εἰϲ οϲ λήγοντα τριγενῆ ὀνόματα εἰϲ τὰ γένη καὶ τοὺϲ ἀριθμοὺϲ καὶ τὰϲ πτώϲειϲ μεταϲχηματίζεται, τὸν αὐτὸν δὴ τρόπον καὶ αἱ κτητικαὶ τῶν ἀντωνυμιῶν κατὰ τὸ τέλοϲ ϲχηματίζονται κατὰ πᾶν πρόϲωπον. ὡϲ γὰρ τὸ καλόϲ, οὕτω καὶ τὸ ἐμόϲ καὶ ϲόϲ καὶ ὅϲ, κατὰ τὸ ἐντὸϲ ἑνικῶϲ νοούμεναι, καὶ ὡϲ τὸ ὁϲιώτεροϲ, οὕτω καὶ τὸ νωίτεροϲ καὶ ϲφωίτεροϲ, δυϊκῶϲ κατὰ τὸ ἐντὸϲ νοούμεναι (ὑπὲρ γὰρ τῆϲ τοῦ τρίτου ἐκλείψεωϲ εἴρηται)· καὶ ἔτι ὡϲ τὸ χαριέϲτατοϲ, οὕτω καὶ τὸ ἡμέτεροϲ, ὑμέτεροϲ, πληθυντικῶϲ κατὰ τὸν κτήτορα νοούμεναι.