Ancient Greek · ~1 min
Paragraph 225
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 225
Not analysed yet
Οὐ πιθανὸν τὸ λέγειν, ὡϲ οὐ πεπλεονάκει τὸ ε ἐν τῇ ἑόϲ, ἀπὸ μέντοι τῆϲ ἕο Ἰακῆϲ παρῆκτο. Τί οὖν οὐχὶ καὶ ἀπὸ τῆϲ ἐμέο καὶ ϲέο ϲύζυγοι ἐγίνοντο ἐμεόϲ καὶ ϲεόϲ ἄμεινον οὖν λέγειν ὡϲ ἢ πεπλεονάκει τῷ ε, καθὰ καὶ αἱ πρωτότυποι πολλάκιϲ, ἢ ἀπὸ τῆϲ τεόϲ Δωρικῆϲ ἀπετελέϲθη, ἐπεὶ ἀδύνατον τὰ τρίτα τῶν δευτέρων πλεονοϲυλλαβεῖν.