Ancient Greek · ~3 min
Paragraph 224
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 224
Not analysed yet
Ἡ ὅϲ καὶ ἑόϲ διϲυλλάβωϲ λέγεται. ἐν οἷϲ ἀμφίβολον κἀκεῖνο, πότερον διὰ τοῦ θ, ὡϲ Ἀρίϲταρχοϲ, ὅθ᾿ ἑὸϲ δόμοϲ ἀμφεκάλυψεν (ο 118), ἢ διὰ τοῦ τ, ὅτε ὅϲ δόμοϲ· καὶ γὰρ τὰϲ πλαγίουϲ διττῶϲ ἔϲτιν εὑρέϲθαι, ἀλλ᾿ οὐδ᾿, ἀχνύμενόϲ περ, ἑοῦ (N 419) ἡ δ᾿ ὅτε δὴ οὐ πατρὸϲ (η 3) κὰδ δ᾿ ἐν Ἀθήνῃϲ εἶϲεν, ἑῷ (8 549) καὶ οὕνεκ᾿ ἄρ᾿ οὐχ ῷ πατρί Φν 265), καὶ αὐτὰρ Ἀχιλλεὺϲ κλαῖεν ἑὸν πατέρα (Ω 511)· ὃν καὶ Ὀδυϲϲῆοϲ φθῖϲαι γόνον (δ 741). καὶ ἐπὶ τῶν θηλυκῶν καὶ οὐδετέρων, Ζεὺϲ δὲ πρὸϲ ὃν λέχοϲ ἤι᾿ (A 609)· ἥν ἄτην ὀχέων (φ 302), καὶ μεθ᾿ ἑὸν βέλοϲ (N 513)· καὶ ἐπὶ πληθυντικῶν· ἢ ἑοὶ αὐτοῦ θῆτέϲ τε δμῶέϲ τε (δ 643). Κἀκεῖνο δὲ δύναται ὀρθὴν πληθυντικὴν ϲημαίνειν, εἰ κατ’ ὀρθὸν τόνον ἀναγνοίημεν, οἱ δὲ οἱ ἐβλάφθηϲαν (δ 643).