Ancient Greek · ~6 min
Paragraph 227
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 227
Not analysed yet
Εἴρηται ὑπὲρ τῆϲ ὁμοφωνίαϲ τῆϲ ἐμοῦ, ϲοῦ, οὐ πρὸϲ τὰϲ πρωτοτύπουϲ. καὶ ὡϲ τῇ εἰϲ ου καταλήξει ἐπὶ τῶν κτητικῶν ὁ ποιητὴϲ χρῆται, ἐπὶ δὲ τῶν πρωτοτύπων οὐκέτι, εἰ δή τοι ϲοῦ πατρὸϲ (β 271) καὶ πατρὸϲ ἐμοῦ κλέοϲ (γ 83). ἡ δ’ ἄχεϊ οὖ παιδόϲ (ο 358) ὅθεν πρὸϲ ἐνίων καὶ τὸ οἵ θ’ αἵματοϲ ἐξ ἐμεῦ εἰϲί (T 105) διὰ τοῦ ο ἐγράφετο, ἵνα μὴ δόξῃ τὸ αἵματοϲ πλεονάζειν. Ἐτι γε μὴν ἐπὶ τοῦ πρώτω γὰρ καὶ δαιτὸϲ ἀκουάζεϲθον ἐμεῖο (Δ 343) λείπειν φαϲὶ τὴν περί ἐθίμωϲ, ἵν’ ἦ «περὶ δαιτὸϲ πρῶτοι ἐμοῦ μεταλαμβάνετε. Τί οὖν ἂν εἴη τὸ ϲέο δ’ ὀϲτέα πύϲει ἄρουρα (Δ 174)· ἢ μή τιϲ ϲεῦ μῆλα (ι 405); ἢ οὐδ’ ὅλωϲ τοῖϲ τοιούτοιϲ ἐπιϲτατέον. αἱ γὰρ γενικαί, ὅτε ἐπὶ κτῆμα φέρονται, ἰϲοδυναμοῦϲι ταῖϲ κτητικαῖϲ· διὸ καὶ ἀκωλύτωϲ τὰ κτητικὰ εἰϲ αὐτὰϲ ἀναλύεται. οὐ μὴν τὰ Ζηνοδότεια παράλογα, μνῆϲαι πατρὸϲ ϲεῖο (Ω 486) καὶ πατρὸϲ ἐμεῖο πατήρ (Ξ 118. τ 180)· τῷ γὰρ αὐτῷ ἐνέχεται λόγῳ· προκριτέαι μέντοι αἱ κτητικαὶ γραφαί, καθότι αἱ γενικαὶ κτῆϲιν δηλοῦϲαι ἐγκεκλιμέναι θέλουϲιν εἶναι, δοῦλόϲ μου, οἶκοϲ ὕμων, αἱ δὲ ὀρθοτονούμεναι οὔ. «Οὐχὶ οὖν καὶ τὸ ϲέο δ’ ὀϲτέα πύϲει ἄρουρα (Δ 174) ὀρθοτονεῖται, καὶ τὸ ἀκουάζεϲθον ἐμεῖο (Δ 343) καὶ οἵ θ᾿ αἵματοϲ ἐξ ἐμεῦ εἰϲὶν (T 105) Ἀλλ’ ἀναγκαίωϲ, ἡ μὲν ϲέο, ὅτι ἐν ἀρχῇ, ἡ δὲ ἐμεῖο καὶ ϲεῖο μέγα κλέοϲ (π 241), καθὸ τῷ ῑ πλεονάζουϲιν, ἡ δὲ ἐμεῦ, ὅτι ϲυντέτακται προθέϲει.