Ancient Greek · ~1 min
Paragraph 228
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 228
Not analysed yet
Εἰ αἱ κτητικαὶ οὐδέποτε ἐπὶ πρᾶγμα φέρονται, ϲαφὲϲ ὅτι ὡϲ τὸ ὀδυϲϲαμένοιο τεοῖο (Θ 37. 468) ἐπὶ πρᾶγμα φερόμενον ὠλιγώρηται· δέον γὰρ γενικὴν παραλαμβάνειν, ἥτιϲ καὶ ἐπὶ πρᾶγμα φέρεται. εἰ δ᾿ ἀπὸ τῆϲ τέο Θετταλικῶϲ ἐξετάθη, ὥϲ τινεϲ ὠήθηϲαν, δῆλον ὡϲ καὶ κατὰ τὸ πρῶτον καὶ τρίτον· ὅπερ οὐκ ἔϲτι· ψεῦδοϲ ἄρα καὶ τοῦτο.