Ancient Greek · ~2 min
Paragraph 231
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 231
Not analysed yet
Ἐδείχθη ὡϲ ἀπὸ ἐγκλινομένων οὐ παράγονται αἱ κτητικαί. καὶ οἱ ἀξιοῦντεϲ οὖν ἐγκεκλιμένην, ὡϲ τρίτου, εἶναι γενικὴν τὴν ἀλλ’ εἴπ’ ἤ ϲφωιν (δ 28) καὶ γυιώϲω μέν ϲφωιν (Θ 402) καὶ ἀπ’ αὐτῆϲ κτητικὴν παρ’ Ἀντιμάχῳ (p. 30 Stoll) εἰρῆϲθαι ἐπὶ Τυ. δέωϲ καὶ Πολυνείκουϲ τὸ ϲφωιτέρην ὀϊζύν καὶ διὰ τῆϲ δευτέραϲ ἐπὶ Ἐξτεοκλέουϲ καὶ Πολυνείκουϲ τὸ ϲφωίτερον μῦθον, ἑαυτοῖϲ ἐναντιοῦνται. δέον γὰρ μᾶλλον ἐπίμεμπτον καταλείπειν τὸ ϲχῆμα ἢ μαχόμενον πρὸϲ τὰ ὅλα. ἄλλωϲ τε οὐδέποτε τρίτον δευτέρῳ ὁμοφωνεῖ· ἔϲτι δὲ δεύτερον κατὰ τὸ ἐντὸϲ δυϊκὸν ἀπὸ πρώτου τοῦ νωίτεροϲ τὸ ϲφωίτεροϲ.