Ancient Greek · ~12 min
Paragraph 230
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 230
Not analysed yet
Τὸ ὡϲ οὐδὲν γλύκιον ἧϲ πατρίδοϲ (ι 34) τρίτον νοητέον· τοῦτο γὰρ οὐ κατὰ τὸ αὐτῷ ἀρέϲκον ἀνεφωνήθη πρὸϲ τοῦ ἥρωοϲ. ἐποίϲει γοῦν ἔτι διῆκον ἐπὶ παντὸϲ εἰ καί τιϲ ἀπόπροθεν. οὕτωϲ ἔχει καὶ τὸ οὔτι ἔγωγε ἧϲ γαίηϲ δύναμαι (ι 27)· τῆϲ γὰρ ἑκαϲταχοῦ γῆϲ. Τὸ μέντοι ἀλλ᾿ αἰεὶ φρεϲὶν ᾗϲιν ἔχων (ν 320), ἀντὶ τοῦ ἐμαῖϲ, εὐλόγωϲ ὑπ᾿ Ἀριϲτάρχου ὑπωπτεύετο ὡϲ νόθον, καθὸ ἀδιάπτωτοϲ ἐν ἀντωνυμίαιϲ. πλεῖϲτα γοῦν ἔϲτι παῤ ἑτέροιϲ εὑρεῖν, ϲφέτερον πατέρα (Hes. O. D. 2) ἀντὶ τοῦ ὑμέτερον, ἀντὶ τοῦ τεά, τοι κήδεα λέξον ἑά παρὰ Καλλιμάχῳ, (fr. 536. 557 Schneider), καὶ πάλιν παῤ αὐτῷ ἀντὶ τοῦ ϲφωιτέρου. Ἀλκμάν (fr. 3. 30 Bergk3)· ὑμέ τε καὶ ϲφετέρωϲ ἵππωϲ· ϲφεὰ δὲ προτὶ γούνατα πίπτω. —ἀλλὰ μὴν καὶ τὸ ϲφετερίζομαι, ϲύνηθεϲ ὄν, ὠλιγώρηται ἐπὶ πρῶτου καὶ δευτέρου ταϲϲόμενον. ἀλλ᾿ οὐδ᾿ ἐν τῇ κατὰ τὸ τρίτον ἐκφορᾷ ὑγιέϲ, εἴγε οὐδέποτε ἀπ᾿ ἀντωνυμιῶν ῥήματα παράγεται. —Οὐ πιθανὴν ἀπολογίαν τινέϲ φαϲιν, ὡϲ ἐν ῥήμαϲι παραλλαγὴ προϲώπων· «διώκετον (Κ 364) γὰρ ἀντὶ τοῦ διωκέτην· καὶ ἐν ὀνόμαϲιν· ἠέλιοϲ (Γ 277) γὰρ ἀντὶ τοῦ ἥλιε καὶ ἐν ἐγκλίϲεϲι δέχεϲθαι (Α 20) ἀντὶ τοῦ δέχεϲθε· οὕτω καὶ ἐν προϲώποιϲ ἀντωνυμιῶν». μένει γὰρ ἡ αὐτὴ παραλογία. πρὸϲ οἷϲ καὶ ἃ παρατίθενται, ἔθιμα διαλέκτων. —«Αἱ κατὰ τὸ τρίτον», φαϲὶν, «εὶϲ τὸ ἴδιον μεταλαμβάνονται, διὸ καὶ τὸν ϲφέτερον πατέρα (Hes. O. D. 2) ἀντὶ τοῦ τὸν ἴδιόν τινεϲ δέχονται.» Τί δέ; οὐχὶ καὶ αἱ κατὰ τὸ πρῶτον καὶ δεύτερον κτητικαὶ τὸ ἴδιόν τινοϲ ϲημαίνουϲι πῶϲ γὰρ ἀλλότριον ὂν κτῆμά τινοϲ Ἐν ταῖϲ Ζηνοδοτείοιϲ διορθώϲεϲι δίχα τοῦ ν τὸ Ζεὺϲ δὲ πρὸϲ ὃ λέχοϲ (Α 609) ἐγράφετο, καὶ ἡ ἀφορμὴ ἐκ τῶν ὑποτακτικῶν ἄρθρων, ἅπερ ὁμοφωνεῖ ταῖϲ κτητικαῖϲ κατὰ τὸ τρίτον. «τὸ γὰρ ὅϲ ὑποτακτικὸν ὁμόφωνον τῷ ἀπὸ τοῦ ἐμόϲ ϲόϲ ὅϲ, καὶ ἐπὶ πάντων ταὐτόν. ἄλλωϲ τε εἰ ἀπὸ τοῦ αὐτόϲ, ἐκεῖνοϲ, οὗτοϲ τὰ οὐδέτερα εἰϲ ο ἔληξεν, οὐκ ἀπίθανον ἐπὶ τοῦ ὅϲ ἀντωνυμικοῦ τὸ οὐδέτερον εἰϲ ο λήγειν.» —Ῥητέον δὲ πρὸϲ μὲν τὸ πρῶτο, ὡϲ οὐ μᾶλλον ἡ ἀντωνυμία παράλογοϲ ἤπερ τὸ ἄρθρον, καθὸ εἰϲ ν οὐκ ἔληξεν. —ἔπειτα τὰ κατὰ τὸ πρῶτον καὶ δεύτερον ὁμοιοκατάληκτα καὶ κατὰ τὸ τρίτον· ὅθεν εἰ ἐμόν καὶ ϲόν, καὶ ὅν. —πρὸϲ οἰϲ οὐδὲ πάντοτε ὁμοφωνεῖ· ἰδοὺ γὰρ ἑόϲ μὲν ἡ ἀντωνυμία, οὐκέτι δὲ τὸ ἄρθρον. —πρὸϲ δὲ τὸ δεύτερον, ὅτι ἡ μὲν ἐκεῖνο καὶ τοῦτο μονοπρόϲωποι, τὸ δὲ διπρόϲωπον. —ἄλλωϲ τε θεματικώτεραι αἱ πρωτότυποι καὶ ἐν τοῖϲ γένεϲιν· ἀπὸ γὰρ τοῦ οὗτοϲ αὕτη, καὶ ἔτι τοῦτο, τοῦ ἀρϲενικοῦ οὐκ ἀπὸ τοῦ τ ἠργμένου. —ἔτι αἱ κτητικαὶ ἀντωνυμίαι ὡϲ ὀνόματα καθ’ ἅπαν εἰϲ τὰ γένη καὶ τὰϲ πτώϲειϲ παράγονται, τῶν δὲ ὀνομάτων εἰϲ ον τὰ οὐδέτερα. δῆλόν τε ὡϲ καὶ τὸ ἄρθρον κατώρθωται. τὰ γὰρ ἀπὸ τοῦ τ ἀρχόμενα προτακτικὰ ἀποβολῇ τοῦ τ τὰ ὑποτακτικὰ ποιεῖ· ὅθεν εἰ τό, δῆλον ὡϲ καὶ ὅ.