Ancient Greek
Paragraph 233
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 233
Not analysed yet
Οὐχὶ οὗν καὶ ὁ δυικόϲ; τί οὖν οὐχὶ δυικοῖϲ χρώμεθα ἀντὶ ἐνικῶν· Ἀλλ᾿ οὐκ ἔϲτιν ὅμοια· ὁ μὲν γὰρ δυικὸϲ ὡϲ κύριον ὄνομα κατὰ τοῦ δύο ἐτάχθη, ὁ δὲ πληθυντικὸϲ κοινὸϲ παντὸϲ πλήθουϲ καθέϲτηκε, καὶ διὰ τοῦτο γενικὸϲ ὢν κατὰ τῶν ἰδικῶν τάϲϲεται. —διὸ καὶ μεμφόμεθα τὸ δυϊκὸν κατὰ πληθυντικῶν ταϲϲόμενον, καὶ ἔτι τὸ ἑνικόν. —πάλιν δὴ ὁ Ἀλκμὰν (fr. 31 Bergk) τὸ ϲφεᾶϲ ἀντὶ ἑνκοῦ ἔταξε καὶ τὸ ϲφοῖϲ ἀδελφιδεοῖϲ κᾶρα καὶ φόνον (fr. 56 Bergk3) —Ἡϲίοδοϲ μέντοι ἐπίμεμπτόϲ ἐϲτιν εἰπὼν ἑὸν κακὸν ἀμφαγαπῶντεϲ (0. D. 58), ἐν ῷ ἑνικῷ ἀντὶ πληθυντικοῦ ἐχρήϲατο· καὶ Καλλίμαχοϲ· μοῦϲαί νιν ἑοῖϲ ἐπὶ τυννὸν ἔθεντο (fr. 420 Schneider), καὶ ἑὸν δέ μιν οἶα γονῆα (fr. 11 Schneider)· δέον γὰρ ϲφόν» καὶ «ϲφοῖϲ». καὶ παρὰ ἄλλοιϲ δὲ πλεῖϲτα· παραπεμπτέον δὲ ὑπὲρ τοῦ μὴ ἐπὶ πλεῖον προάγειν τὸν λόγον. —ὑπὲρ δὲ τοῦ Ἡϲιοδείου οὕτω τινὲϲ ἐκδέχονται· «τῆϲ ἀντὶ πυρὸϲ δοθείϲηϲ γυναικὸϲ τέρπονται ἑὸν ἕκαϲτοϲ κακὸν ἀγαπῶντεϲ».