Ancient Greek · ~2 min
Paragraph 234
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 234
Not analysed yet
Αἰολεῖϲ ἀμμέτερον καὶ ἄμμον καὶ ὔμμον καὶ ϲφόν. Ϲαπφώ (fr. 70 Ahrens, 10 Bergk3) ἔμε τιμίαν ἐπόηϲαν ἔργα τὰ ϲφὰ δοῖϲαι. Ὑπὲρ δὲ τοῦ τὸ ἁμόϲ καὶ ὑμόϲ μὴ ϲυγκεκόφθαι παρὰ ταῖϲ διαλέκτοιϲ οὐ ῥητέον, ὥϲ τινεϲ ὑπέλαβον, καθὸ δύο ϲυλλαβαὶ οὐ ϲυγκόπτονται· ἰδοὺ γὰρ τὸ Δευκαλίδηϲ καὶ Ἀνθεμίδηϲ· ἀλλὰ καθὸ μὴ βαρύνονται, τοῦ ἡμέτεροϲ βαρυνομένου καὶ ὑμέτεροϲ καὶ ϲφέτεροϲ. χωρὶϲ εἰ μὴ λέγοι τιϲ ϲυνεκδεδραμηκέναι αὐτὰϲ κατὰ τὴν τάϲιν τῇ ἐμόϲ καὶ ϲφόϲ· τὸ γὰρ ϲφόϲ καὶ μονοϲυλλαβοῦν ἀναγκαίωϲ ὠξύνετο.