Ancient Greek · ~3 min
Paragraph 240
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 240
Not analysed yet
Ἡ καλουμένη ἐπιταγματικὴ ἀντωνυμία καὶ προτάϲϲεται καὶ ὑποτάϲϲεται, αὐτῷ τοι μετόπιϲθεν (1 249)· ϲοὶ δ’ αὐτῷ μελέτω (0 231)· ἐπεκράτηϲε μέντοι τὸ τῆϲ ὑποτάξεωϲ, ὃ καλεῖται ἐπιταγματικόν. δν τρόπον οὖν τὸ ἐπίρρημα καὶ προτάϲϲεται τῷ ῥήματι καὶ ὑποτάϲϲεται, ἀπὸ δὲ τῆϲ ἑτέραϲ ϲυντάξεωϲ, λέγω δὴ τῆϲ ὑποταγῆϲ, τὸ ὄνομα ἔλαβε, τὸν αὐτὸν τρόπον καὶ ἡ προκειμένη ἐπιταγματικὴ ἀντωνυμία. μή ποτε δὲ διὰ τοιοῦτόν τινα λόγον κατ’ ἀμφοτέραϲ τὰϲ ϲυντάξειϲ ἑνὸϲ τετύχηκϲν ὀνόματοϲ. ὅταν μὲν γὰρ προτάϲϲηται, ἀπὸ ταύτηϲ ἐννοίαϲ καλεῖται ἐπιταγματική, οἱονεὶ ἐφ’ ἡ τάϲϲεται ἄλλη ἀντωνυμία, τουτέϲτιν μεθ᾿ἥν πρα. ατι νδ ται εν ε . τ τάϲϲεϲθαι αὐτὴν δευτέραν