Ancient Greek
Paragraph 239
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 239
Not analysed yet
Ἀλλ’ ἴϲωϲ τιϲ φαίη, πῶϲ οὖν τὸ ἀλλήλων κλίνεται; Ὅτι ἐξ εὐθείαϲ ϲύγκειται καὶ πλαγίου. εἶτα ϲυνέβη τῇ μὲν κατ’ ἀρχὴν ϲυνθέϲει κατὰ δύο τρόπουϲ μὴ κινεῖϲθαι, καὶ καθότι εὐθεῖα ϲύν ῥήματι παραλαμβανομένη, καὶ ὅτι ϲυνῆπται κατὰ ϲύνθεϲιν· τὸ δ᾿ἐπὶ τέλουϲ κλίνεϲθαι πάλιν κατὰ δύο, καὶ καθότι ἐπὶ τέλουϲ ἐϲτίν, ὅπερ παρέπεται παντὶ πτωτικῷ κλίϲιν ἀναδεχομένῳ, καὶ καθότι τῆϲ εὐθείαϲ μενούϲηϲ ϲυντάξει ῥήματοϲ κινούμενον τὸ πλάγιον ϲχῆμα, ὡϲ πρὸϲ τὴν διάθεϲιν τῆϲ εὐθείαϲ, ἐγώ ϲοι δέδωκα, ϲύ με ἔτυψαϲ, Ἀριϲτοφάνηϲ Ἀρίϲταρχον ἐδίδαξεν.