Ancient Greek
Paragraph 25
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 25
Not analysed yet
Ἴϲωϲ τιϲὶ δόξει τὸ κεῖνοϲ δαὐ περὶ κῆρι μακάρτατοϲ (ζ 158) ἀντικεῖϲθαι. οὕτε γὰρ δεικτικόν, οὔτε ἐπί τι ὁριζόμενον ἀναφέρεται. Ἀλλ’ ἡ ἀναφορὰ ὡϲ ἐπί τι πρόϲωπον πάντωϲ ἐϲόμενον λαμβάνεται, ὅπερ εὐφημιζόμενοϲ προληπτικῶϲ ἀνεφώνηϲεν. A Ἀλλὰ μὴν καὶ τὸ οὑτοϲ ἀνὴρ νῦν δὴ ξυμβλήμενοϲ (ω 260) τοῖϲ αὐτοῖϲ ἐγκλήμαϲιν ὑποπίπτει. »Ἀλλ’ ἡ ὑπερβολὴ τῆϲ πρὸ ὀλίγου ἀποϲτάϲεωϲ διὰ τῆϲ ἀντωνυμίαϲ ἐπεδείκνυτο, ὡϲ εί ἔλεγεν ὁ ἔτι ὑπὸ τὴν ὄψιν μου ὤν ».