Ancient Greek · ~5 min
Paragraph 26
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 26
Not analysed yet
Ὅτι δὲ κατὰ πτῶϲιν καὶ ἀριθμὸν διάφοροϲ ἡ ἀντωνυμία ,δῆλον ἐντεῦθεν. Ποία γὰρ ἀκολουθία τῆϲ ἐγώ πρὸϲ δυῖκὸν τὸ νῶι, ἢ τῆϲ νῶι πρὸϲ τὸ ἡμεῖϲ; καίτοι καθϲλικοῦ ὄντοϲ τοῦ τὰ δυϊκὰ ⟨ἐν⟩ παντὶ πτωτικῷ διὰ τοῦ αὐτοῦ ϲυμφώνου ἐκφέρεϲθαι τῷ ἰδίῳ πληθυντικῷ. καὶ οὐκ ἀντίι. ειται τὰ δυϊκὰ ἄρθρα ἰδοὺ γὰρ Δωριεῖϲ τοί καὶ ταί, ἀφοῦ τὸ τώ δυικὸν καὶ τά. τὸ γοῦν μεγάλοι, ἑτερόπτωτον ὸν τοῦ μέγαϲ, ὀρθῶϲ ἐπὶ τοῦ δυικοῦ τὸ λ ἐφύλαξε, καλὼ καὶ μεγάλω ϲὺν τεύχεϲιν (C 518). —Ἔτι γε μὴν ἡ ἐμοῦ πρὸϲ τὴν ἐγώ ἀντίκειται, πρόϲ τε τὴν δοτικήν, εἴγε πᾶϲα γενικὴ ἰϲοϲύλλαβοϲ ὁμοτονεῖ τῇ δοτικῇ, ἀλλ’ ἡ μὲν ἐμοί ὀξύνεται, ἡ δὲ ἐμοῦ περιϲπᾶται. οὐδεμία αἰτιατικὴ ἑνικὴ εἰϲ ε λήγει ἀνακόλουθοϲ ἄρα ἡ ἐμέ. οὐδεμία δοτικὴ μακροκατάληκτοϲ ὀξύνεται· πῶϲ οὑν ἡ ἐμοί καὶ ἡ ϲοί:— ἀλλ’ οὐδ’ ὅλωϲ δοτικὴ μονοϲύλλαβοϲ ἀξύνεται, πᾶϲαι δὲ περιϲπῶνται, μνᾶ, γῇ· πῶϲ οὑν ἡ ϲοί; —οὐδὲν δυϊκὸν εἰϲ μόνον ῑ λήγει· πῶϲ οὑν νῶι καὶ ϲφῶι, εἶ τι είϲ ω λήγει, θηλυκόν ἐϲτι· πῶϲ οὑν ἐγώ: —τὰ εἰϲ υ ἡ ῑ οὐδέτερα, δόρυ, μέλι· πῶϲ οὑν ϲύ. ἵ ἐπὶ τῶν τριῶν γενῶν;