Ancient Greek · ~4 min
Paragraph 35
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 35
Not analysed yet
Ἐπιϲτατέον δὲ κἀκείνῳ τῷ λόγῳ, εἰ ὅλωϲ τῶν προτακτικῶν ἄρθρων ἐπιδεκτικαί εἰϲιν αἱ ἀντωνυμίαι, τουτέϲτιν ἐν τῷ ὁ ἐμόϲ εἰ τὸ ὁ τῆϲ ἀντωνυμίαϲ ἐϲτὶν ἢ τοῦ ὑπακουομένου κτήματοϲ. (Τὸ δὴ ἐντὸϲ πρόϲωπον νοούμενον, τουτέϲτι τὸ τοῦ κτήτοροϲ, ἡ ἀντωνυμία ἐπαγγέλλεται, εἴγε τὴν τῶν πρώτων προϲώπων μετάβαϲιν ὁρίζει· τὸ δὲ ἐκτόϲ, τουτέϲτι τὸ κτῆμα ,οὐκέτι. ἐμὄϲ γάρ καὶ ϲόϲ, καὶ ζητοῦμεν τίϲ; οἶκοϲ ἢ δοῦλοϲ ἢ ἵπποϲ: ἀόριϲτον οὖν τὸ τοιοῦτον.) καὶ τοῦτο δῆλον ἐκ τοῦ τὰ ἄρθρα ϲυνοικειοῦϲθαι τοῖϲ κτήμαϲιν. εἴγε τὸ ἡμέτεροϲ, πληθυνόμενον κατὰ τὸ ἐντόϲ, ἑνικὸν ἄρθρον προϲπαραλαμβάνει, ὅτι καὶ τὸ κτῆμα ἑνικόν, καὶ ἀνάπαλιν τὸ ἐμοί, ἐνικὸν ὁν κατὰ τὸν κτήτορα, πληθυντικὸν δὲ κατὰ τὸ κτῆμα. πληθυντικὸν ἄρθρον λαμβάνει· καὶ καθόλου ἐπὶ πάντων ταὐτὸν ἂν γένοιτο. Πρὸϲ τούτοιϲ τὸ ὁ ἐμὸϲ πατήρ μεταλαμβάνεται εἰϲ τὸ ὁ πατήρ μου· ὁμόλογοϲ οὑν ἡ ἐπὶ τὸ κτῆμα ἀναφορὰ τοῦ ἄρθρου.