Ancient Greek · ~1 min
Paragraph 34
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 34
Not analysed yet
Ῥητέον δὲ καὶ ὑπὲρ τῶν ὑποτακτικῶν, ὡϲ ταῖϲ κτητικαῖϲ οὐ ϲυντάϲϲεται. Ἔφαμεν δὴ τὸ ἄρθρον παραλαμβανόμενον γνῶϲιν προϊοῦϲαν ἐπαγγέλλεϲθαι, τὰ δὲ κτητικὰ ἐλλείπῃ ἐϲτὶ τοῦ ἐφ’ ὃ φέρεται ἡ κτῆϲιϲ προϲώπου· τὸ γὰρ Ἀριϲτάρχειοϲ καὶ ἐμόϲ ἄγνωϲτα κατὰ τὴν κτῆϲιν. πῶϲ οὑν τὸ γνῶϲιν ἐπαγγελλόμενον ἐπὶ τὴν ἐλλείπῃ προϲώπου δεῖξιν ἀνενεχθήϲεται;