Ancient Greek · ~3 min
Paragraph 37
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 37
Not analysed yet
Oὐ πάνυ δὲ ἰϲχυρὰ τὰ λεγόμενα. οὐ γάρ, ἐπεὶ μετατεθέντα τὰ ὀνόματα μετήλλαττε τὰ ϲημαινύμενα, εὐθέωϲ καὶ οὐ τῶν ὀνομάτων τὰ ἄρθρα. ὁμολογούμενόν ἐϲτιν ἐν τῷ ὁ ἐχθὲϲ ἄνθρω ποϲ, τοῦ ἐχθὲϲ ἀνθρώπου, ὁ νῦν ἄνθρωποϲ, τοῦ νῦν ἀνθ ῥώπου, ὡϲ τὰ ἄρθρα τῶν ὀνομάτων καὶ οὐ τῶν χρονικῶν ἐπιρρημάτων, εἴγε καὶ ϲυϲχηματίζονται καὶ εἰϲ τοὺϲ ἀριθμονϲ καὶ τὰϲ πτώϲειϲ. ἀλλὰ ταῦτα μετατεθέντα διακρούεται τὸ ϲημαινόμενον· τὸ γὰρ χθὲϲ ὁ ἄν θρωποϲ ἢ νῦν ὁ Πτολεμαῖοϲ καὶ τὰ παραπλήϲια οὐκέτι πλῆθοϲ ἐπαγγέλλονται, ἀλλ’ ἕνα καὶ τὸν αὐτόν, καιροῦ μόνον μεταβολὴν ἀναδεξάμενον. τί οὖν τὸ παράδοξον, εἰ καὶ τὸ ὁ ἐμὸϲ πατήρ διαφέρει τοῦ ὁ πατὴρ ὁ ἐμόϲ;