Ancient Greek · ~4 min
Paragraph 38
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 38
Not analysed yet
Ἀλλὰ καὶ τὰ δύο ἄρθρα ὡμολόγηϲεν ,ὅτι καὶ τῆϲ ἀντωνυμίαϲ ἐϲτὶ τὸ ἄρθρον.» Καὶ τοῦτο εὐαπόλυτον, εἴγε ἀπειράκιϲ κατὰ μιᾶϲ εὐθείαϲ δύο ἄρθρα παραλαμβάνεται. φαμὲν γοῦν ὁ δ οῦλοϲ ὁ τοῦ Ἀριϲτάρχου, ὁ π αῖ ϲ ὁ τοῦ βαϲιλέωϲ, καὶ δῆλον ὡϲ τῆϲ εὐθείαϲ τὰ δύο ἄρθρα· ἡ γὰρ γενικὴ ἀπέλαβε τὸ ἴδιον. ἦν δὲ τὸμὲν κατ’ ἀρχὴνἀναφορὰν δηλοῦν, τὸ δὲ ἑξῆϲ ὡϲ οὐχ ὁ ἄλλου. —ἀμέλει γέ τοι ἔϲτι, μεταλαμβάνοντα ἐπὶ τρίτου προϲώπου γενικὴν πτῶϲιν, φάναι ὁ πατὴρ ὁ ἐκείνου, ὁ φίλοϲ ὁ τούτου, τοῦ *«ὁ» πάλιν ἀναφερομένου ἐπὶτὸ ὁ πατήρ-. πόθενγὰρἔτιἐπὶ τὸ ἐκείνου καὶ τούτου, εἴγε καὶ ἀϲύναρθροι καὶ κατὰ γενικῆϲ πτώϲεωϲ· —πρὸϲ τούτοιϲ ἐδείχθη, ὡϲ τὰ ἄρθρα ἀποφεύγει τὰϲ δείξειϲ. πῶϲ οὑν ἐν τῷ ἐντὸϲ προϲώπῳ, δεικτικῷ ὄντι, ὅπερ ἐϲτίν, ὡϲ προείρηται, ἡ ἀντωνυμία, ἄρθρον ἔτι προϲελεύϲεται, ὅτε οὐδὲ τῷ ἐκτὸϲ ὑπακουομένῳ, ὅτε ἐπὶ δείξεωϲ λαμβάνεται, ἐμὸϲ εἰ φίλοϲ, ἡμἐτεροϲ ὑπάρχειϲ οίκέτηϲ;