Ancient Greek · ~2 min
Paragraph 40
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 40
Not analysed yet
ὔὐχ ὑγιέϲ τε λέγειν v, ὅτι τὰ ἄρθρα οὐ προϲτίθεται ταῖϲ ἀντωνυμίαιϲ, ὅτι ἐν τοῖϲ γένεϲιν ἀδιάϲτολοί εἰϲιν (ἐκ γὰρ τοῦ ἐναντίου ἐχρῆν, ἵνα διαϲταλῇ τὸ γένοϲ, ταῖϲ τε τὸ γένοϲ διαϲτελλούϲαιϲ ἔδει μὴ προϲτίθεϲθαι)· ἀρκετὴ γὰρ ἡ δεῖξιϲ, δηλοῦϲα τὸ γένοϲ. —πρὸϲ τούτοιϲ ἰδοὺ γενοϲ ϲημαίνει ἡ ἐκεῖνοϲ καὶ οὗτοϲ. καὶ ἄρθρον οὐκ ἐπιδέχονται. —οὐδὲ γὰρ ἕνεκα διαϲτολῆϲ παραλαμβάνεται, ἐπεὶ οὐδὲ αὐτὰ διαϲτέλλει ,ϲυνεμπεϲόντα τοῖϲ γένεϲι· τὸ γὰρ τῶν ἄρθρον τῶν τριῶν γενῶν ἐϲτι παραϲτατικόν . τό τε τοῦ ἀρρενικὸν καὶ οὐδέτερον. ὡϲ ἐδείχθη οὑν, ἀναφορικὰ ὄντα τὰϲ ϲυντάξειϲ ἀποφεύγει.