Ancient Greek · ~4 min
Paragraph 41
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 41
Not analysed yet
Διπροϲώπουϲ τὰϲ κτητικὰϲ ὁ Δράκων ἐκάλει, καθὸ δύο πρόϲωπα νοεῖται, τοῦ τε κτήτοροϲ καὶ τοῦ ὑπακουομένου κτήματοϲ· μονοπροϲώπουϲ δὲ ἢ ἁπλᾶϲ τὰϲ πρωτοτύπουϲ ἅπαξ γὰρ ἑνικαί τε δυϊκαί τε πληθυντικαί τε νοοῦνται,αἱδὲ δὶϲ ἑνικαὶἐν τῷ ἐμόϲ, δὶϲ δυικαὶ ἐν τῷ νωιτέρω. δὶϲ πληθυντικαὶ ἐν τῷ ἡμέτεροι. καὶ καθόλου ἐπὶ τῶν ἀριθμων ποικίλαι εἰϲί ». —Μαὶ ἐν ἄλλοιϲ δὲ ὁρῶνται διαφέρουϲαι. αἱ πρωτότυποι καὶ ἐγκλίνονται, αἱ δὲ οὖ. ἀκολουθίαϲ ἔχονται αἱ κτητικαὶ κατὰ κλίϲιν καὶ ἀριθμὸν ἐν τοῖϲ τέλεϲιν, αἰ δὲ πρωτότυποιοὐκέτι. αὐτοτελεῖϲ μετὰῥημάτων αί πρωτότυποι τῆϲεὐθείαϲ, ἐκεῖ νοϲ γρά φει, ἔγρα φον ἐγώ, αἱ δὲ οὔ καὶταῖϲ μὲν τοῦ αὐτοῦ προϲώπου ϲυνταχθήϲεται ῥῆμα κατ’εὐθεῖαν, ϲ ὺ γρά φειϲ, ἐκεῖνοϲ γρά φει, ταῖϲ δὲ καὶ μεταβατικῶϲ, ἐμὸϲ γράφει, ἐμόϲ ἐϲτι. καὶ αἱ μὲν τὸ γένοϲ κατὰ πάν πρόϲωπον δηλοῦϲι τοῦ κτήματοϲ, αἱ δὲ πρωτότυποι κατὰ πρῶτον καὶ δεύτερον γένουϲ ἀπαρέμφατοι· αἱ γὰρ κατὰ τὸ τρίτον οὐκέτι, α γε ϲυνήθειϲ αὐτόϲ γὰρ καὶ ἐκεῖνοϲ. καὶ αἱ μὲν ταῖϲ εὐθείαιϲ ἀνθυπάγονται, αἱ δὲ κτητικαὶ ἀντὶ γενικῆϲ τῶν κτηϲαμένων· ἀντὶ γὰρ τοῦ Ἀπολλώνιοϲ —ἐγώ, ἀντὶ δὲ τοῦ Ἀπολλωνίου παῖϲ ἐμὸϲ παῖϲ.