Ancient Greek · ~2 min
Paragraph 45
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 45
Not analysed yet
ῦὐ γὰρ ὑγιὲϲ τὸ λέγειν, ὅτι πρῶτον πρόϲωπον τὸ ἀποφαινόμενον, καὶ ἔτι δεύτερον τὸ πρὸϲ δν ὁ λόγοϲ, καὶ τρίτον τὸ περί τινοϲ. -εἰ γὰρ τὸ πρῶτον πρόϲωπον τὰϲ τρεῖϲ φωνὰϲ ἀποφαίνεται, ἐγ ώ, ϲύ, ἐκεῖνοϲ, δῆλον ὡϲ καὶ πρῶτον τὸ λέγον εἰρήϲεται, καὶ ἔτι δεύτερον καὶ τρίτον. -ἀλλὰ μὴν καὶ τὸ ϲύ πρὸϲ δν ὁ λόγοϲ τί δέ; οὐχὶ καὶ τὸ ἐκεῖνοϲ λέγεται πρόϲ τινα. —ὑπέρ τέ τινοϲ πᾶν τι πρόϲωπόν ἐϲτι· πῶϲ οὑν περί τινοϲ μόνον τὸ τρίτον, κοινῆϲ ούϲηϲ τῆϲ λέξεωϲ κατὰ πάϲηϲ οὐϲίαϲ;