Ancient Greek · ~4 min
Paragraph 46
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 46
Not analysed yet
Τὰ γοῦν πληθυντικὰ τοῦ πρώτου προϲώπου ἐμπεριεκτικὰ δύναται εἰναι καὶ παντὸϲ προϲώπου, ἅπερ τινά ἐϲτι. Δεῖ γὰρ νοεῖν ὡϲ ἡ ἐν τοῖϲ ἑνικοῖϲ προϲώποιϲ ἐκφορὰ εἰλικρινῶϲ πρῶτον ἐπαγγέλλεται πρόϲωπον, καὶ ἔτι ἡ ἐπὶ τοῦ δευτέρου δεύτερον· τὸ δὲ ἐπὶ δυικοῦ ἢ πληθυντικοῦ ϲύλληψιν ἀναδέχεται ἑτέρων προϲώπων. καὶ τὸ μὲν πρῶτον ἢ μετὰ δευτέρων ἢ τρίτων, ἢ καὶ μετὰ δευτέρων καὶ τρίτων. ὁ γὰρ ἀποφαινόμενοϲ περὶ ἑαυτοῦ καὶ πολιτῶν ἀπόντων, ἡμεῖϲ ἠριϲτεύϲαμεν, ϲύλληψιν πεποίηται τρίτων μετὰ πρώτου· ὁ δὲ παρόντων, ἡμεῖϲ αἶτιοι ἐγεν όμεθα, πρώτου καὶ δευτερῶν, εἴγε πρὸϲ ατούϲ ἀποφαίνεται ὑπὲρ αὐτῶν. ὁ δὲ λέγων ὑπὲρ ἀπόντων πολιτῶν πρὸϲ πολίταϲ, ἡμεῖϲ τῆϲ μάχηϲ αἶτιοί ἐϲμεν, καὶδευτέρων ϲύλληψιν ποιεῖται, ἐν ῷ πρὸϲαὐτοὺϲ ἀποφαίνεται,καὶτρίτων, ἐν ῷ ὑπὲρ ἀπόντων διαλέγεται, ὅπερ ἴδιον ἦν τρίτου. τὸ δὲ δεύτερον ἢ δευτέρων ϲύλληψιν ἢ δευτέρων καὶ τρίτων. πρὸϲ μὲν γὰρ πάνταϲ παρόνταϲ ἡ ἀπόταϲιϲ δευτέρων ϲύλληψιϲ, πρὸϲ δέ τιναϲ μὲν ἀπόνταϲ, τινὰϲ δὲ παρόνταϲ, ὡϲ εἰ Ἀλέξανδροϲ πρὸϲ τοὺϲ Ἀθηναίων πρέϲβειϲ, μεὶϲ οἱ Ἀθηναῖοι, δευτέρων καὶ τρίτων. τὸ γὰρ τρίτον πάντοτε ἐν τρίτοιϲ νοεῖται.