Ancient Greek
Paragraph 5
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 5
Not analysed yet
εἰ τὰ ὡριϲμένα ϲεϲημείωται, αἱ δὲ ἀντωνυμίαι ὡριϲμένα πρόϲωπα παριϲτᾶϲιν, οὐκ ἀπιθάνωϲ ὁ Τυραννίων ϲημειώϲειϲ αὐτὰϲ ἐκάλεϲεν. Ἀλλ᾿ ἴϲωϲ ἐλλειπὲϲ τὸ τοιοῦτον· οὐδὲν γὰρ τῶν παρακολουθούντων αὐταῖϲ παρίϲτηϲιν.