Ancient Greek · ~3 min
Paragraph 6
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 6
Not analysed yet
Οὐδὲ μὴν ϲυγκαταθετέον ἐϲτὶ τοῖϲ ὁριζομένοιϲ· ἀντώνυμόν ἐϲτι μέροϲ λόγου ἀντ᾿ ὀνόματοϲ παραλαιβανόμενον. Οἱ γὰρ ὅροι τῶν γενικῶν ἐμπεριεκτικοί εἰϲιν ν, οὐ μὴν τῶν ἰδικῶν. ὁ γοῦν ὅροϲ ὁ τοῦ ἀνθρώπου οὐ τὸν ἰδικόν, τὸν δὲ γενικὸν ϲημαίνει. καὶ νῦν ἀντώνυμόν ἐϲτι τὸ ἰδικόν ν, τὸ ἐγώ, τὸ ϲύ, ἀντωνυμία δὲ τὸ ὅλον ν, τουτέϲτι τὸ γενικόν· ὥϲπερ ἀμφιβολία καὶ ἀμφίβολον, ϲυνωνυμία καὶ ϲυνώνυμον, διωνυμία καὶ διώνυμον, ὁμωνυμία καὶ ὁμώνυμον. τὸ γὰρ οὐκερῶ ἀμφίβολον· τό τε Αἴαϲ, ἐπὶ τοῦ Αοκροῦ παραλαμβανόμενον καὶ τοῦ Τελαμωνίου, ὁμώνυμον. Ἀλλ᾿ ἴϲωϲ φήϲει τιϲ παράλογον τὸ λέγειν ἀντωνυμίαν τὸ ἐγώ δέον γὰρ ἀντώνυμον. Ἦν δ᾿ ἂν παράλογον, εί μὴ τοῖϲ γενικοῖϲ πολλάκιϲ ϲυνεχρώμεθα ἀντὶ τῶν ἰδικῶν, τὸ ζῷον τιθέντεϲ ἐπ᾿ ἀνθρώπου, καὶ ἐπὶ τοῦ φοίνικοϲ τὸ φυτόν. τοιοῦτον οὖν καὶ τὸ προκείμενον.