Ancient Greek · ~1 min
Paragraph 52
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 52
Not analysed yet
Πρῶτον οὐδεμία χρῆϲιϲ ἔπειτα οὐδὲ λόγοϲ ἀπαιτεῖ. εἰ γὰρ αἱ κλήϲειϲ οὐ πρὸϲ κεχωριϲμένα πρόϲωπα. τὰ δὲ τῶν κτητόρων κεχώριϲται τῶν κτημάτων, πῶϲ οὐχ μάτην τὰ τῆϲ φωνῆϲ παραληφθήϲεται, οὐ δυνάμενα παραληφθῆναι ἀμέλει τὰ τοῦ πρώτου, ἀναδεξάμενα τὸν λόγον, καὶ τὴν χρῆϲιν ἐπέδειξεν.