Ancient Greek · ~2 min
Paragraph 51
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 51
Not analysed yet
Ἐπί γε μὴν τῶν κτητικῶν ἀκωλύτωϲ ἐπὶ τοῦ πρώτου· οὐδὲν γὰρ ἦν ἐμποδών, ὥϲτε τὸν κεκτημένον τὸ κτῆμα προϲφωνεῖν ,ὦ πάτερ ἡμέτερε ἰρονίδη (α 45), παῖδεϲ ἐμοί (γ 475), ὠ’μαὶ τἀπιόντοϲ ἄγκυραι (Callimachi fr. 97 Sehneider)· οὐκέτι μέντοι ἐπὶ δευτέρου, οὐ καθάπερ τινὲϲ ψήθηϲαν διὰ τὸ τὸν ἀριθμὸν διάφορον εἶναι. ἑνικὸν μὲν γὰρ τὸ κατὰ τὸ τέλοϲ, τουτέϲτι τὸ κτῆμα, πληθυντικόν δὲ τὸ κατὰ τὸ ἄρχον, ὅ ἐϲτι τοῦ κτήτοροϲ. πῶϲ γάρ φαϲι πληθυντικὸν καὶ ἑνικὸν ὑφ’ ἓν κεκλήϲεται; εἰ γοῦν ἰϲά. ριθμα γένοιτο κατ’ ἀμφότερα, ϲυϲτήϲεται.