Ancient Greek
Paragraph 54
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 54
Not analysed yet
Εὶ τὸ ἡμέτερε κλητικῆϲ, καὶ τὸ τούτου ἑνικὸν ὑπάρχει, ὅπερ καὶ ἐϲχηματίϲθη παρὰ τῷ ποιητῇ, γαμβρὸϲ ἐμὸϲ θύγατέρ τε (τ 406) ὅν τρόπον ἀντὶ τοῦ γαμβρέ, οὕτωϲ ἀντὶ τοῦ ἐμέ. ὅπερ ἴϲωϲ ἄηθεϲ, ἐπεὶ οὕτε ϲύνηθεϲ παρὰ τῷ ποιητῇ, ϲολοικιϲμοῦ τε ὑπόφαϲιν ἐποιεῖτο διὰ τὸ τῇ ἐμέ αἰτιατικῇ ὁμοφωνεῖν.