Ancient Greek · ~2 min
Paragraph 55
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 55
Not analysed yet
Ἀκολούθωϲ ϲκεπτέον ὑπὲρ τῆϲ ϲυντάξεωϲ τῶν ἀντωνυμιῶν, τὸ πρῶτον πότε ταῖϲ εὐθείαιϲ αὐτῶν τὰ ῥήματα ϲυνταγήϲεται, καὶ πότε οὕ. ταῖϲ μὲν γὰρ πλαγίοιϲ πάντοτε, ἐπεὶ αἱ ἀπὸ τῶν Ξμάτων διαθέϲειϲ ἐπί τινα πλάγιον φέρονται ἢ ὀνόματοϲ ἢ ἀντωνυμίαϲ ἢ μετοχϲ Γρύφωνι ἔδωκαϲ, ἐμοὶ ἐλάληϲα ϲ, ἐτίμηϲαϲ τὸν νικήϲαντα· τῆϲ γὰρ τοιαύτηϲ ϲυντάξεωϲ οὐκ οὔϲηϲ, οὐδ’ ἡ ἐπὶ πρόϲωπον μετάβαϲιϲ νοεῖται.