Ancient Greek · ~6 min
Paragraph 56
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 56
Not analysed yet
Τινὲϲ μὲν οὖν ὑπέλαβον ἐντελεϲτέραν εἰναι τὴν μετὰ ῥημάτων καὶ ἀντωνυμιῶν φράϲιν, εἴγε ἐπ’ ἐνίων ϲυντάξεων, φαιρουμένων τῶν ἀντωνυμιῶν, ἐνδεῆ τὰ τοῦ λόγου γίνεται. ἐντελὲϲ μὲν γὰρ τὸ ἐγὼ ⟨μὲν⟩ παρεγενόμην, ϲὺ δ’ οὐ παρέτυχεϲ, ἐλλειπὲϲ δὲ τὸ παρεγενόμην μέν, οὐ παρἐτυχεϲ δέ. —Ἐγὼ δὲ οὐκ οἴμαι τὰϲ τοιαύταϲ φράϲειϲ ἐλλιπεῖϲ εἰναι τῶν ἀντωνυμιῶν, ὅπου διὰ ῥημάτων κατὰ τὸ πρῶιον πρόϲωπον καὶ δεύτερον ἡ τῶν ῥημάτων παράθεϲιϲ ἀναπληροῖ τὴν τῶν προϲώπων μετάβαϲιν v, περιϲϲὸν μέντοι τὴν παράθεϲιν ὑπολαμβάνω, εἰ μὴ διαϲτολῆϲ ὁ λόγοϲ χρήζοι. τὸ γὰρ ομεν ἀχνύμενοι (κ 570) καὶ τὸ ἤμβροτεϲ οὐδ’ ἔτυχεϲ (ἐ 287) καὶ ϲχεδὸν ὅλη ἡ χρῆϲιϲ τοῦ βίου, πλήρηϲ οὖϲα τῆϲ τοιαύτηϲ ϲυντάξεωϲ, δόξειεν ἂν ἐλλείπειν. πέφκε γὰρ ἡ μὲν τῶν ῥημάτων ἐκφορὰ μετὰ προϲώπου τοῦ κατὰ τὴν εὐθεῖαν καὶ πρᾶγμα δηλοῦν, ἡ δὲ τῶν ἀντωνυμιῶν αὐτὸ μόνον πρόϲωπον καί ,εἰ δέοι, διαϲτολήν. ὅταν οὖν τὰ ῥήματα παρατεθῇ, περιϲϲόν ἐϲτι τὰϲ ἀντωνυμίαϲ λαμβάνειν τῆϲ εὐθείαϲ, εἴγε, δι’ 5 παρετίθεντο, ἐπληροῦτο διὰ τῶν ῥημάτων. τοῦ μέντοι λόγου δεομένου ἀντιδιαϲτολῆϲ, καὶ τῶν ῥημάτων μὴ δυναμένων ἔτι τοῦτο ἀναπληρῶϲαι, ἐξ ἀνάγκηϲ παραλαμβάνονται αῖ τε κατὰ ⟨τὸ⟩ πρῶτον καὶ αἱ κατὰ τὸ δεύτερον, ἡμεῖϲ κα τέβημεν ,ἐγὼ ἐθεαϲάμήν, καὶ ἐπὶ τῶν ὀνομάτων. τούτῳ δὲ τῷ λόγῳ κἀκεῖνο ἀϲύϲτατον καθειϲτήκει· αἰρομένων γὰρ τῶν ἀντωνυμιῶν διαϲτολῆϲ εἰχε χρείαν ἡ ϲυμπλοκὴ τῆϲ φράϲεωϲ, ἐγῶ μὲν παρεγεν όμην ,ϲ ὺ δὲ ⟨οὐ⟩ παρέτυχεϲ.