Ancient Greek · ~4 min
Paragraph 58
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 58
Not analysed yet
Ὡϲ μὲν οὑν καὶ ὲπὶ τρίτων πολλάκιϲ παραλαμβάνονται ἀντ’ ὀνόματοϲ, ἐδείχθη. Ἴϲωϲ τιϲ ὡϲ μαχόμενα ταῦτα παραλήψεται δεῦρ’ ἵτω ἐκ πάντων πρόμοϲ ἔμμεναι Ἔκτορι δίῳ (H 75), καὶ τὸ οὐκ ἄν μ’ ἐρύϲαιτ’ ἐξ οὐρανόθεν πεδίον δέ ζῆν’ ὕπατον μήϲτωρα (Θ 21) ἰδοὺ γὰρ ὑπὲρ ἑαυτῶν λέγοντεϲ ὀνόματι προϲχρῶνται, τοῦ λέγεϲθαι ἢ ὑπάρχειν μὴ ϲυντεταγμένων. Ἀλλ’ οὐ τὰ ἐν ϲχήματι λαμβανόμενα, καὶ ταῦτα ὀλιγάκιϲ, κανὼν τῶν πλείϲτων. ἄλλωϲ τε ἔμφαϲιν ὑπεροχῆϲ τὰ τοιαῦτα ϲημαίνει. καὶ τὸ ἐπὶ Γύκλωποϲ δὲ λεγόμενον ἐπὶ τρίτου ἂν ἠκούετο, Οὐτιν ἐγὼ πύματον ἔδομαι (I 369), εἰ μὴ ἀνθυπαλλαγῇ τῆϲ ἀντωνυμίαϲ εἰϲ δεύτερον αὐτὸ ἐπέϲτρεψε, τὸ δέ τοι ξεινήιον ἔϲται (ι 370). ὅμοιον γὰρ καὶ τὸ ἐπὶ Τηλεμάχου, ὦ γέρον, οὐχ ἑκὰϲ οὺτοϲ ἀνήρ, ὃϲ λαὸν ἤγειρα (β 40. 41) πάλιν γὰρ πρώτου διὰ τὸ ἤγειρα. οὐκ ἄλογον δὲ τὸ τὴν τῶν ὀνο μάτων ἐκφορὰν ἐν τρίτοιϲ νοεῖϲθαι, ἐπεὶ αἱ ἴδιαι θέϲειϲ τῶν ὀνομάτων οὐ τὸν πρόϲ τινα λόγον ἔχουϲιν, ἀλλὰ τὸν περί τινοϲ.