Ancient Greek · ~3 min
Paragraph 59
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 59
Not analysed yet
Αἱ ἀντωνυμίαι οὔτε ἀντὶ τῶν προϲηγορικῶν ὀνομάτων, οὔτε ἀντὶ ἐπιθετικῶν ν, εἴγε αἱ μὲν ὁρίζουϲιν ἕν τι, τὸ δὲ προϲηγορικὸν διήκει κατὰ πλειόνων, ἄνθ ρωποϲ, ῖππ οϲ. τὸ δὲ ἐγώ εἰμι ὁ ταῦτα δρῶν ἀντὶ ὀνόματοϲ κυρίου τοῦ Τρύφων ἢ Δίων. ἀλλὰ μὴν τἀπιθε τικὰ ἢ πηλικότητα ἢ ποϲότητα ἢ διάθεϲιν ψυχῆϲ δηλοῖ ἥ τι τοιοῦτον· αἱ δὲ ἀντωνυμίαι οὐδενὸϲ τούτων παραϲτατικαί, μόνον δὲ οϲίαϲ. ἀμέλει τὸ λευκόϲ ἐϲτιν ἡ μέλαϲ ἢ ἀγαθόϲ εἰϲ ἀντωνυμίαν οὐ μεταλαμβάνεται, τοῖϲ δὲ κυρίοιϲ τὰ ἐπιθετικὰ ϲυναρτᾶται, μα κρόϲ ἐϲτι Τρύφων, λευκόϲ ἐϲτι Δίων· φαμὲν δὲ ἐγὼ λευκόϲ εἰμι, ἀγαθὸϲ εἶ ϲύ· καὶ κατὰ τοῦτο οὐν ἀντὶ κυρίων δείκνυνται παραλαμβανόμεναι. Ἔτι καὶ τὸ ῖπποϲ με ἐλάκτιϲε, μεταλαμβανόμενον εἰϲ τὸ οὑτόϲ με ἐλάκτιϲεν, οὐκέτι κοινότητα τοῦ ἵππου ἐπαγγέλλεται, τὸν δὲ ἰδίωϲ νοούμενον.