Ancient Greek
Paragraph 61
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 61
Not analysed yet
Τὰ γοῦν ἐγκλιτικὰ τῶν πτωτικῶν ἀντωνυμίαϲ φαϲὶν εἰναι, τίμηϲόν με, κόψε γάρ αὐτὸν (Μ 204), οὐδέ τί μοι περίκειται (1 321) «διὰ τοῦτο τὸ τιϲ, ἐγκλιτικὸν ὄν, ἀντωνυμία, ἦλθέ τιϲ ἄνθρωποϲ. —τά τε εἰϲ ϲ λήγοντα ὀνόματα, μονοϲύλλαβα ὄντα, ἐκτείνεται, Kρήϲ, θήϲ, παῖϲ, θίϲ, εῖϲ, τὰ δὲ τῶν ἀντωνυμιῶν ϲυϲτέλλεται, ϲόϲ, ὅϲ, ϲφόϲ. —αἱ εἰϲ να λήγουϲαι αἰτιατικαὶ εἰϲ ν λήγουϲι κατὰ τὸν τοῦ οὐδετέρου παραϲχηματιϲμόν, μέλανα μέλαν, τάλανα τάλαν, τέρενα τέρεν, ἕνα ἕν. πῶϲ οὖν ἀπὸ τοῦ τινὰ οὐχὶ τίν, ἀλλὰ τί; τὸ δ᾿ ἀνακόλουθον ἐν ἀντωνυμίαιϲ· τοιοῦτον οὖν καὶ τὸ προκείμενον. —καὶ ἐκ τοῦ παρὰ Δωριεῦϲι μὴ περιϲπᾶϲθαι, καθὸ παιδῶν, πάντων, Τρωῶν. —οὐϲίαν ϲημαίνουϲιν αἱ ἀντωνυμίαι, τὰ δὲ ὀνόματα οὐϲίαν μετὰ ποιότητοϲ· τὸ οὖν τίϲ. οὐϲίαϲ ὸν μόνον παραϲτατικόν, ἀντωνυμία. —ἔτι ἀνταποδίδοται τῷ ποῦ τὸ ἐκεῖ, καὶ γίνεται ἓν μέροϲ λόγου, τῷ τε πότε τὸ ὅτε· καὶ τῷ τίϲ οὖν τὸ ἐγώ· ταὐτὸν ἄρα.