Ancient Greek
Paragraph 62
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 62
Not analysed yet
Ἐγὼ δ᾿ οἶμαι πᾶϲαν λέξιν μᾶλλον ἀντωνυμίαν παραδεχθῆναι ἤπερ τὸ τίϲ καὶ τὰ τῆϲ τοιαύτηϲ ϲημαϲίαϲ ὀνόμιατα, λέγω δὲ τὸ ποῖοϲ, πόϲοϲ. τὸ γὰρ ἐναντιώτατον ταῖϲ ἀντωνυμίαιϲ, ἀόριϲτά ἐϲτιν, αὐτῆϲ ὁριζούϲηϲ πρόϲωπα. εἴτε γὰρ πυϲματικῶϲ, εἴτε ἀποφαντικῶϲ λαμβάνοιτο, ϲαφὲϲ’ ὅτι ἀόριϲτα. ὁ γὰρ πυνθανόμενοϲ, ἐν ῷ πυνθάνεται, ἀγνοεῖ, τὸ δ ἀγνοούμενον οὐχ ὁριϲτόν ὁ δὲ λέγων ἀποφαντικῶϲ ἦλθ τιϲ οὐϲ ἐπί τινα γνωριζόμενον ἀπερείδεται. πῶϲ οὖν οὐ παρέλκουϲα ἡ ζήτηϲιϲ;