Ancient Greek
Paragraph 67
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 67
Not analysed yet
Τῆϲ αὐτῆϲ ζητήϲεωϲ τυγχάνει τὸ ἡμεδαπόϲ καὶ ὑμεδαπόϲ, τοῦ δαπέδου ἢ ἐδάφουϲ κατά τιναϲ ἐγκειμένου. —Ἀλλ᾿ ἐβαρύνετο ἂν ὁμοίωϲ τοῖϲ τὸ ο φυλάξαϲιν οὐδετέροιϲ, ἄϲτεφοϲ, εὔτειχοϲ, δύϲριγοϲ, εἰ παρὰ τὸ ἔδαφοϲ· εἰ δὲ παρὰ τὸ δάπεδον, ὁμοίωϲ τῷ εὔτεκνοϲ, εὔμετροϲ, ε ὐπρόϲωποϲ. —ἀλλ᾿ εἰ καὶ τὰ τοῦ τόνου παραπεμπτέα, εἴγε καὶ τὰ παρὰ τὸ ἔργον ϲυντιθέμενα ὀξύνεται, μουϲουργόϲ, ἐλεφαντουργόϲ, ὑπουργόϲ, τὰ τοῦ γένουϲ ἀντέκειτο· κοινὰ γὰρ ἔδει εἶναι ὁμοίωϲ τοῖϲ ϲυνθέτοιϲ. —πρὸϲ οἷϲ καὶ τὰ τῆϲ γραφῆϲ ἀντέκειτο· ἐχρῆν γὰρ ἢ ἡμεδαπεδόϲ διὰ τοῦ πεδ ἢ ἡμεδαφόϲ διὰ τοῦ φ. πρὸϲ τούτοιϲ εἰϲ ἄπορον περιίϲταται τὸ ϲχῆμα τῆϲ λέξεωϲ· οὔτε γὰρ ὄνομα, ἐπεὶ πῶϲ πρώτου προϲώπου καὶ δευτέρου δεικτικόν, ὅπερ ἐν ὀνόματι οὐ παρακολουθεῖ; οὔτε ἀντωνυμία, ἐπεὶ τὰ τέλη τῶν ϲχημάτων ἐπικρατεῖ, ὄνομα δὲ τὸ τέλοϲ, ὄνομα ἄρα τὸ ἡμεδαπόϲ. ἔτι οὐδεμία ἀντωνυμία μετ᾿ ἄλλου μέρουϲ λόγου ϲυντίθεται ἢ μόνη ἡ αὐτόϲ πληθυντικὴ δὲ οὐδεμία καθόλου· πῶϲ οὖν ϲύνθετον τὸ ἡμεδαπόϲ;