Ancient Greek · ~11 min
Paragraph 66
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 66
Not analysed yet
Ὑπὲρ δὲ τοῦ μὴ οὕτωϲ ἔχειν τὰ τῆϲ ϲυνθέϲεωϲ ῥητέον πῶϲ τὸ τηλίκοϲ καὶ ἔτι τὸ τηλικόϲδε, ἀϲύνθετα ὄντα, τὸ αὐτὸ ϲημαίνει τῷ τηλικοῦτοϲ ποτε ἁπλοῦν ϲυνθέτῳ ταὐτόν ἐϲτι; —δεύτερον, οὐχ ὑγιὲϲ τὸ λέγειν, ὅτι καὶ τὸ οὖτοϲ ἔγκειται. τί γὰρ μᾶλλον ὄνομα ἐκ τοῦ κατ᾿ ἀρχὴν μέρουϲ ἢ ἀντωνυμία ἐκ τοῦ κατὰ τὸ τέλοϲ. ἐὰν γὰρ ἅπαξ δοθῇ ἐγκεῖϲθαι τὸ οὖτοϲ, δέδοται καὶ ἀντωνυμίαν εἶναι τὸ τηλικοῦτοϲ· τὰ γὰρ τέλη τῶν λέξεων ἐπικρατεῖ κατὰ τὰϲ ϲυνθέϲειϲ. ῥῆμα γοῦν τὸ δημαγωγῶ καὶ παιδαγωγῶ, καὶ ὄνομα τὸ εὐγενήϲ, καὶ εἰ ἐξ ἐπιρρήματοϲ ϲύγκειται· καὶ ἐπ᾿ ἄλλων μυρίων τὸ αὐτό. —ἄλλωϲ τε καὶ ποίαν ἔτι ἔμφαϲιν ἔχει τὸ τημοῦτοϲ τῆϲ οὖτοϲ ἀντωνυμίαϲ, ἢ τὸ τηνικαῦτα τοῦ αὐτά, ὅτε οὐδὲν πλέον τοῦ τηνίκα καὶ τῆμοϲ ϲημαίνει, —πῶϲ δ᾿ οὐχὶ καὶ κοινά ἐϲτι κατὰ γένοϲ καὶ προπαροξύνεται; τὰ γὰρ ϲύνθετα τοιαῦτα κατὰ γένοϲ καὶ κατὰ τόνον, ὑποϲτελλομένων τῶν παραλόγων. ἀπὸ γοῦν τοῦ δοῦλοϲ προπεριϲπωμένου τὸ ϲύνδουλοϲ καὶ κοινὸν καὶ προπαροξυνόμενον· ἐχρῆν ἄρα καὶ παρὰ τὴν οὖτοϲ τὸ τηλικοῦτοϲ προπαροξύνεϲθαι. —Ἀλλὰ δύο πρόϲωπα δηλοῖ, τό τε δεικνύμενον καὶ ἐφ᾿ ὃ ἀναφέρεται ἡ δεῖξιϲ, ὅπερ οὐκ ἂν ἦν, εἰ μὴ ϲύνθετον καθειϲτήκει.» Καὶ τοῦτο εὐαπόλυτον. ἰδοὺ γὰρ ϲύνθετοι λέξειϲ ἓν ἁπλοῦν δηλοῦϲιν, ὡϲ ἡ Θεόφραϲτοϲ, καὶ ἁπλαῖ λέξειϲ πλείονα πρόϲωπα. Ἑκτόρειοϲ γὰρ ὁ τοῦ Ἕκτοροϲ υἱόϲ· καὶ ἔτι τὸ ἱππεύϲ μετὰ τοῦ ἵππου καὶ ἀνδρὸϲ καὶ τέχνην ἐπαγγέλλεται. καὶ ἄλλα πλείονα παραχθέντα ὑπόφαϲιν παρέχει ϲυνθέϲεωϲ· τὸ μελιτηρόν τοῦ τηρεῖν, ὅπερ ὁμοίωϲ παρῆκται τῷ καματηρόν καὶ αἱματηρόν· τὸ φαιδιμόεντεϲ, ὅτι φαίδιμα ἔντη, ὅπερ ἦν κλίϲιϲ ἁπλοῦ τοῦ φαιδιμόειϲ. —Πῶϲ δ᾿ οὐχὶ καὶ ἡ δαϲεῖα τοῦ οὖτοϲ ἐφυλάϲϲετο; τί δὲ οὐχὶ καὶ πρώτου καὶ δευτέρου ἀναλογούϲαϲ ἔχει, ἅπερ καὶ ϲύγκειται καὶ γὰρ ἡ ἐμαυτοῦ καὶ ϲαυτοῦ. οὐϲίαν μόνον ϲημαίνουϲιν αἱ ἀντωνυμίαι, ταῦτα δὲ καὶ ποιότητα καὶ τηλικότητα, τηλικοῦτοϲ καὶ τοιοῦτοϲ. —Ἄλλωϲ τε καὶ ὁμοιώϲεωϲ ὄντα ὀνόματα τῶν ὑποκειμένων ἐδόκει δεῖξιν παριϲτάνειν.» Ὅπερ ἄγαν ἐϲτὶ ληρῶδεϲ. τὸ γὰρ δεικνύμενον δἰ ἀντωνυμίαϲ οὐκ ἐπ᾿ ἄλλου ϲυντείνει, αὐτὸ δὲ τὸ ὑποκείμενον καὶ κατὰ γένοϲ καὶ κατὰ ἀριθμόν. ἀφορῶν γάρ τιϲ εἰϲ λίμνην φήϲει τηλικοῦτον εἶναι τὸν Νεῖλον. ἢ ἐπὶ πλήθουϲ, τηλικοῦτοί μοί εἰϲιν οἱ παῖδεϲ ἀποβλέπων εἰϲ ἕν τι μέγεθοϲ τῶν ὑποκειμένων, ὅπερ ἐπὶ παντὸϲ γένουϲ δύναται παραλαμβάνεϲθαι. —Ἀλλ᾿ εἰϲ ο λήγει τὸ οὐδέτερον.» Τοῦτο ἴδιον τῆϲ παραγωγῆϲ. ἴϲωϲ δὲ καὶ εἰϲ ον λήγουϲιν αἱ οὐδέτεραι ἐκφοραί. —Αἴ τε διὰ τοῦ ῑ ἐπεκτάϲειϲ κατά τινοϲ ὑποκειμένου καὶ ἀναφερομένου θέλουϲι παραλαμβάνεϲθαι· ἐκεινοϲί γὰρ καὶ τουτοῖ. ὑπέκειτο δὲ ταῖϲ τοιαύταιϲ φωναῖϲ τὸ ὁμοιωματικόν, ἐφ᾿ ὃ ἀναφέρεται τὸ τηλικοῦτοϲ. —Ἀμέλει τὸ ἴϲοϲ μεταλαμβάνεται εἰϲ τὸ τηλικοῦτοϲ, ὅπερ ὄνομα· ὀνόματα ἄρα καὶ τὰ προκείμενα.