Ancient Greek · ~3 min
Paragraph 69
Apollonius Dyscolus, Περὶ ἀντωνυμίας 69
Not analysed yet
«Ἀλλά», φαϲίν, εἰ δοθείη τὸ ἡμεδαπόϲ παρῆχθαι, δοθήϲεται καὶ τὸ ἄλλοϲ ἀντωνυμία, ἐπεὶ τὸ ἀλλοδαπόϲ τῷ ἡμεδαπόϲ καὶ ὑμεδαπόϲ, ἀντωνυμικοῖϲ οὖϲι, τρίτον καθεϲτὸϲ ϲυμπαρήχθη· χρῆν γὰρ ϲφεδαπόϲ.» —Καὶ τοῦτο εὐαπόλυτον. πρῶτον ὡϲ οὐκ εἴ τι κατὰ τὸ τρίτον ἐπάγεται ταῖϲ ἀντωνυμίαιϲ, τοῦτο ἀντωνυμία· ἰδοὺ γὰρ καὶ τὰ ὀνόματα. —ἔπειτα ἐξ ἀνάγκηϲ τὸ ἀλλοδαπόϲ ἐπιφέρεται, οὐ καθὸ ἀντωνυμία, καθὸ δὲ τῶν ὑποκειμένων προϲώπων ἀναιρετικὸν ὑπάρχον εὶϲ ἀόριϲτον πρόϲωπον μεθίϲτηϲιν· ἄλλοϲ γάρ, οὐκ ἐγώ· ἄλλοϲ, οὐ ϲύ· ἄλλοϲ, οὐκ Ἀρίϲταρχοϲ. ἀναγκαίωϲ οὖν τὸ ἡμεδαπόϲ καὶ ὑμεδαπόϲ, τοῦ ὁριϲμοῦ ϲτερούμενα, εἰϲ τὸ ἀλλοδαπόϲ περιίϲτατο ἀόριϲτον, τοῦ ϲφεδαπόϲ μὴ δυναμένου κατὰ τὸ τρίτον παραλαμβάνεϲθαι, ἐπεὶ δυϲέφικτον τὸ ὁρίϲαι παντὸϲ ἀνθρώπου πόλιν· ἄπειρα δὲ τὰ τρίτα. ϲτέρηϲιϲ ἄρα ἦν πρώτου καὶ δευτέρου τὸ ἀλλοδαπόϲ, ὥϲπερ ἀρϲενικοῦ καὶ θηλυκοῦ τὸ οὐδέτερον.